Add parallel Print Page Options

31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ [a]διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, [b]ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε [c]ἀπαρνήσομαι. [d]ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:31 διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:33 ἐγὼ WH Treg NIV ] + δὲ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ὁμοίως WH Treg NIV ] + δὲ RP